Categories
Mark

Mark 6:16

Ἀκούσας δὲ ὁ Ἡρῴδης, εἶπεν· Ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἐστιν, αὐτὸς ἠγέρθη ἐκ νεκρῶν·

* ὁ Ἡρῴδης | Ἡρῴδης

Categories
Mark

Mark 6:15

Ἄλλοι ἔλεγον· Ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον· Ὅτι προφήτης ἐστίν, ὡς εἷς τῶν προφητῶν.

Categories
Mark

Mark 6:14

Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ καὶ ἔλεγεν· Ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.

Categories
Mark

Mark 6:13

Καὶ δαιμόνια πολλὰ ἐξέβαλλον· καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους, καὶἐθεράπευον.

Categories
Mark

Mark 6:12

Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι·

Categories
Mark

Mark 6:11

Καὶ ὃσοι ἂν μὴ δέξωνταί ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς. ἀμὴν λέγω ὑμῖν, ἀνεκτοτερον ἔσται Σοδόμοις ἤ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἤ τῇ πόλει ἐκείνη.

Categories
Mark

Mark 6:10

Καὶ ἔλεγεν αὐτοῖς· Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.

Categories
Mark

Mark 6:9

Ἀλλ’ ὑποδεδεμένους σανδάλια· καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας.

Categories
Mark

Mark 6:8

Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν, εἰ μὴ ῥάβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν·

Categories
Mark

Mark 6:7

Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο· καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.