Categories Mark Mark 8:3 Post author By mark Post date March 15, 2020 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινες γὰρ αὐτῶν μακρόθεν ἥκουσι.
Categories Mark Mark 8:2 Post author By mark Post date March 15, 2020 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον· ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι.
Categories Mark Mark 8:1 Post author By mark Post date March 15, 2020 Ἐν ἐκείναις ταῖς ἡμέραις, παμπολλοῦ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς·
Categories Mark Mark 7:37 Post author By mark Post date March 15, 2020 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν.
Categories Mark Mark 7:36 Post author By mark Post date March 15, 2020 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον.
Categories Mark Mark 7:35 Post author By mark Post date March 15, 2020 Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
Categories Mark Mark 7:34 Post author By mark Post date March 15, 2020 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐστέναξε, καὶ λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι, διανοίχθητι.
Categories Mark Mark 7:33 Post author By mark Post date March 15, 2020 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ· καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ.
Categories Mark Mark 7:32 Post author By mark Post date March 15, 2020 Καὶ φέρουσιν αὐτῷ κωφὸν μογγιλάλον· καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
Categories Mark Mark 7:31 Post author By mark Post date March 15, 2020 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.