Categories
Mark

Mark 8:23

Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν εἴ τι βλέπει.

Categories
Mark

Mark 8:22

Καὶ ἔρχεταί εἰς Βηθσαϊδάν· καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.

Categories
Mark

Mark 8:21

Καὶ ἔλεγεν αὐτοῖς· πῶς οὐ συνίετε;

Categories
Mark

Mark 8:20

Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; Οἱ δὲ εἶπον· ἑπτά.

Categories
Mark

Mark 8:19

Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ· δώδεκα.

Categories
Mark

Mark 8:18

Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;

Categories
Mark

Mark 8:17

Καὶ γνοὺς ὁ Ἰησοῦς, λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε, οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;

Categories
Mark

Mark 8:16

Καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντες· ὅτι ἄρτους οὐκ ἔχομεν.

Categories
Mark

Mark 8:15

Καὶ διεστέλλετο αὐτοῖς, λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.

Categories
Mark

Mark 8:14

Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ.