Categories
Mark

Mark 10:5

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·

Categories
Mark

Mark 10:4

Οἱ δὲ εἶπον· Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι.

Categories
Mark

Mark 10:3

Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωσῆς;

Categories
Mark

Mark 10:2

Καὶ προσελθόντες οἱ φαρισαῖοι, ἐπηρώτησαν αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι· πειράζοντες αὐτόν.

Categories
Mark

Mark 10:1

Κακεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας, διὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.

Categories
Mark

Mark 9:50

Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Categories
Mark

Mark 9:49

Πᾶς γὰρ πυρὶ ἁλισθήσεται· καὶ πᾶσα θυσία ἀλὶ ἁλισθήσεται.

Categories
Mark

Mark 9:48

ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.

Categories
Mark

Mark 9:47

Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν. καλόν σοι ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς·

Categories
Mark

Mark 9:46

ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.