Categories
Author: luke
Categories
Luke 22:67
εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν. Εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε·
Categories
Luke 22:66
Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, λέγοντες·
Categories
Luke 22:65
Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Categories
Luke 22:64
καὶ περικαλύψαντες αὐτὸν, ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτὸν, λέγοντες· προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
Categories
Luke 22:63
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν, ἐνέπαιζον αὐτῷ, δέροντες·
Categories
Luke 22:62
Καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς.
Categories
Luke 22:61
Καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψε τῷ Πέτρῳ· καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ κυρίου, ὡς εἶπεν αὐτῷ· ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς.
Categories
Luke 22:60
Εἶπε δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
Categories