Categories
Author: luke
Categories
Luke 23:46
Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. Καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
Categories
Luke 23:45
Καὶ ἐσκοτίσθη ὁ ἥλιος, καί ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
Categories
Luke 23:44
Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν, ἕως ὥρας ἐνάτης.
Categories
Luke 23:43
Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμήν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
Categories
Luke 23:42
Καὶ ἔλεγε τᾠ Ἰησοῦ· μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἕν τῃ βασιλείᾳ σου.
Categories
Luke 23:41
Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.
Categories
Luke 23:40
Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ, λέγων· οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Categories
Luke 23:39
Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὖτὸν, λέγων· εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.
Categories