Categories
Luke

Luke 1:58

Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς, ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς· καὶ συνέχαιρον αὐτῇ.

Categories
Luke

Luke 1:57

Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν· καὶ ἐγέννησεν υἱόν.

Categories
Luke

Luke 1:56

Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς· καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Categories
Luke

Luke 1:55

καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ, καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.

Categories
Luke

Luke 1:54

ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,

Categories
Luke

Luke 1:53

πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς·

Categories
Luke

Luke 1:52

καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς·

Categories
Luke

Luke 1:51

ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·

Categories
Luke

Luke 1:50

καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν·

Categories
Luke

Luke 1:49

ὅτι ἐποίησέ μοι μεγάλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ·