Author: luke
Καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου· καὶ ἀναπτύξας τὸ βιβλίον, εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον·
Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, εἰς τὴν συναγωγήν· καὶ ἀνέστη ἀναγνῶναι.
Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
SYNOPTIC GOSPELS
Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Now when Jesus heard that John had been arrested, he departed to Galilee.
Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ·
Now after John was arrested, Jesus came to Galilee, preaching the gospel of the kingdom of God;
Καὶ συντελέσας πάντα πειρασμὸν ὁ Διάβολος, ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.
SYNOPTIC GOSPELS
Τότε ἀφίησιν αὐτὸν ὁ Διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Then the Devil left him, and behold, angels came and ministered to him.
Καὶ ἀποκριθεὶς, εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ὅτι εἴρηται· οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
SYNOPTIC GOSPELS
ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
Jesus said to him, “Again it is written, ‘You shall not tempt the LORD your God.’”
Καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
SYNOPTIC GOSPELS
καὶ λέγει αὐτῷ, εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
and he said to him, “If you are the Son of God, throw yourself down; for it is written, ‘He shall command His angels concerning you, and in their hands they will bear you up, lest at any time you dash your foot against a stone.’”
γέγραπται γὰρ· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε.
SYNOPTIC GOSPELS
καὶ λέγει αὐτῷ, εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
and he said to him, “If you are the Son of God, throw yourself down; for it is written, ‘He shall command His angels concerning you, and in their hands they will bear you up, lest at any time you dash your foot against a stone.’”
Καὶ ἤγαγεν αὐτὸν εἰς Ἰερουσαλὴμ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
SYNOPTIC GOSPELS
Τότε παραλαμβάνει αὐτὸν ὁ Διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
Then the Devil took him to the holy city, and had him stand on a pinnacle of the temple,