Categories Luke Luke 6:5 Post author By luke Post date March 29, 2020 Καὶ ἔλεγεν αὐτοῖς· ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Categories Luke Luke 6:4 Post author By luke Post date March 29, 2020 Ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε, καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς μετ’ αὐτοῦ· οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;
Categories Luke Luke 6:3 Post author By luke Post date March 29, 2020 Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαυὶδ, ὅποτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ὄντες;
Categories Luke Luke 6:2 Post author By luke Post date March 29, 2020 Τινὲς δὲ τῶν φαρισαίων εἶπον αὐτοῖς· τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι;
Categories Luke Luke 6:1 Post author By luke Post date March 29, 2020 Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας, καὶ ἤσθιον, ψώχοντες ταῖς χερσί.
Categories Luke Luke 5:39 Post author By luke Post date March 29, 2020 Καὶ οὐδεὶς πιὼν παλαιὸν, εὐθέως θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστότερός ἐστιν.
Categories Luke Luke 5:38 Post author By luke Post date March 29, 2020 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον· καὶ ἀμφότεροι συντηροῦνται.
Categories Luke Luke 5:37 Post author By luke Post date March 29, 2020 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ νέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
Categories Luke Luke 5:36 Post author By luke Post date March 29, 2020 Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς· ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίζει, καὶ τῷ παλαιῷ οὐ συμφωνει τὸ ἀπὸ τοῦ καινοῦ.
Categories Luke Luke 5:35 Post author By luke Post date March 29, 2020 Ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.