Categories Luke Luke 5:34 Post author By luke Post date March 29, 2020 Ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν;
Categories Luke Luke 5:33 Post author By luke Post date March 29, 2020 Οἱ δὲ εἶπον πρὸς αὐτόν· διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν;
Categories Luke Luke 5:32 Post author By luke Post date March 29, 2020 Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Categories Luke Luke 5:31 Post author By luke Post date March 29, 2020 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.
Categories Luke Luke 5:30 Post author By luke Post date March 29, 2020 Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
Categories Luke Luke 5:29 Post author By luke Post date March 29, 2020 Καὶ ἐποίησε δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν πολὺς, καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι.
Categories Luke Luke 5:28 Post author By luke Post date March 29, 2020 καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ.
Categories Luke Luke 5:27 Post author By luke Post date March 29, 2020 Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευῒν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι·
Categories Luke Luke 5:26 Post author By luke Post date March 29, 2020 Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεόν· καὶ ἐπλήσθησαν φόβου, λέγοντες· ὅτι εἴδομεν παράδοξα σήμερον.
Categories Luke Luke 5:25 Post author By luke Post date March 29, 2020 Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ’ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν Θεόν.