Categories Luke Luke 9:20 Post author By luke Post date April 1, 2020 Εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπε· τὸν χριστὸν τοῦ Θεοῦ.
Categories Luke Luke 9:19 Post author By luke Post date April 1, 2020 Οἱ δὲ ἀποκριθέντες, εἶπον· Ἰωάννην τὸν βαπτιστήν. ἄλλοι δὲ Ἠλίαν. ἄλλοι δὲ, ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
Categories Luke Luke 9:18 Post author By luke Post date April 1, 2020 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί· καὶ ἐπηρώτησεν αὐτοὺς, λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;
Categories Luke Luke 9:17 Post author By luke Post date April 1, 2020 Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες· καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
Categories Luke Luke 9:16 Post author By luke Post date April 1, 2020 Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν αὐτοὺς, καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναι τῷ ὄχλῳ.
Categories Luke Luke 9:15 Post author By luke Post date March 31, 2020 Καὶ ἐποίησαν οὕτω, καὶ ἀνέκλιναν ἅπαντας.
Categories Luke Luke 9:14 Post author By luke Post date March 31, 2020 Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα.
Categories Luke Luke 9:13 Post author By luke Post date March 31, 2020 Εἶπε δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ εἶπον· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
Categories Luke Luke 9:12 Post author By luke Post date March 31, 2020 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα, εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον, ἵνα ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας καὶ τοῦς ἀγροὺς καταλύσωσι, καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
Categories Luke Luke 9:11 Post author By luke Post date March 31, 2020 Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ· καὶ δεξάμενος αὐτοὺς, ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.