Categories
Luke

Luke 16:9

Κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλείπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.

Categories
Luke

Luke 16:8

Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι.

Categories
Luke

Luke 16:7

Ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; Ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. Καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα, καὶ γράψον ὀγδοήκοντα.

Categories
Luke

Luke 16:6

Ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. Καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα.

Categories
Luke

Luke 16:5

Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ, ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις τῷ κυρίῳ μου;

Categories
Luke

Luke 16:4

Ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν.

Categories
Luke

Luke 16:3

Εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.

Categories
Luke

Luke 16:2

Καὶ φωνήσας αὐτὸν, εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνήσῃ ἔτι οἰκονομεῖν.

Categories
Luke

Luke 16:1

Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητάς αὐτοῦ· ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον· καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.

Categories
Luke

Luke 15:32

εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη.