Luke 20:10

Καὶ ἐν καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν, ἐξαπέστειλαν κενόν.