Categories
Matthew

Matthew 27:41

Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ φαρισαίων, ἔλεγον·

Categories
Matthew

Matthew 27:40

Καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.

Categories
Matthew

Matthew 27:39

Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν.

Categories
Matthew

Matthew 27:38

Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί· εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων.

Categories
Matthew

Matthew 27:37

Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων.

Categories
Matthew

Matthew 27:36

Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.

Categories
Matthew

Matthew 27:35

Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον.

Categories
Matthew

Matthew 27:34

ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν.

Categories
Matthew

Matthew 27:33

Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος,

Categories
Matthew

Matthew 27:32

Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.