Categories
Category: Matthew
Gospel According To Matthew
Categories
Matthew 17:9
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Categories
Matthew 17:8
Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον.
Categories
Matthew 17:7
Καὶ προσελθὼν ὁ Ἰησοῦς, ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε, καὶ μὴ φοβεῖσθε.
Categories
Matthew 17:6
Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
Categories
Matthew 17:5
Ἔτι αὐτοῦ λαλοῦντος ἰδού νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.
Categories
Matthew 17:4
Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἰπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ μίαν Ἠλίᾳ.
Categories
Matthew 17:3
Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες.
Categories
Matthew 17:2
Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
Categories