Categories
Category: Matthew
Gospel According To Matthew
Categories
Matthew 21:3
Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελλεῖ αὐτούς.
Categories
Matthew 21:2
λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν· καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
Categories
Matthew 21:1
Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς,
Categories
Matthew 20:34
Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἠκολούθησαν αὐτῷ.
Categories
Matthew 20:33
Λέγουσιν αὐτῷ· κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί.
Categories
Matthew 20:32
Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς, καὶ εἶπε· τί θέλετε ποιήσω ὑμῖν;
Categories
Matthew 20:31
Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον λέγοντες· ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυείδ.
Categories
Matthew 20:30
Καὶ ἰδού δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυείδ.
Categories