Categories
Mark

Mark 15:37

Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσε.

Categories
Mark

Mark 15:36

Δραμὼν δέ εἶς, καὶ γεμίσας σπόγγον ὄξους, περιθεὶς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.

Categories
Mark

Mark 15:35

Καί τινες τῶν παρεστηκότων ἀκούσαντες, ἔλεγον· ἰδού, Ἠλίαν φωνεῖ.

Categories
Mark

Mark 15:34

Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων· Ἐλωῒ Ἐλωῒ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον· ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπές;

Categories
Mark

Mark 15:33

Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.

Categories
Mark

Mark 15:32

Ὁ χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.

Categories
Mark

Mark 15:31

Ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων, ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.

Categories
Mark

Mark 15:30

σῶσον σεαυτὸν, καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.

Categories
Mark

Mark 15:29

Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες· οὐὰ, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,

Categories
Mark

Mark 15:28

Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· καὶ μετὰ ἀνόμων ἐλογίσθη.