Categories
Luke

Luke 5:37

Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ νέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·

Categories
Luke

Luke 5:36

Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς· ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίζει, καὶ τῷ παλαιῷ οὐ συμφωνει τὸ ἀπὸ τοῦ καινοῦ.

Categories
Luke

Luke 5:35

Ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.

Categories
Luke

Luke 5:34

Ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν;

Categories
Luke

Luke 5:33

Οἱ δὲ εἶπον πρὸς αὐτόν· διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν;

Categories
Luke

Luke 5:32

Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Categories
Luke

Luke 5:31

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.

Categories
Luke

Luke 5:30

Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;

Categories
Luke

Luke 5:29

Καὶ ἐποίησε δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν πολὺς, καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι.

Categories
Luke

Luke 5:28

καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ.