Categories
Luke

Luke 7:49

Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;

Categories
Luke

Luke 7:48

Εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.

Categories
Luke

Luke 7:47

Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί· ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.

Categories
Luke

Luke 7:46

Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψε μου τοὺς πόδας.

Categories
Luke

Luke 7:45

Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ, ἀφ’ ἡς εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.

Categories
Luke

Luke 7:44

Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ τὴς κεφαλῆς αὐτῆς ἐξέμαξε.

Categories
Luke

Luke 7:43

Ἀποκριθεὶς δὲ ὁ Σίμων, εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.

Categories
Luke

Luke 7:42

Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἶπέ, πλεῖον αὐτόν ἀγαπήσει;

Categories
Luke

Luke 7:41

Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.

Categories
Luke

Luke 7:40

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι· διδάσκαλε, εἰπέ.