Categories
Acts

Acts 19:14

Ἦσαν δέ τινές υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ, οἱ τοῦτο ποιοῦντες.

Categories
Acts

Acts 19:13

Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, λέγοντες· ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν ὁ Παῦλος κηρύσσει.

Categories
Acts

Acts 19:12

ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ’ αὐτῶν.

Categories
Acts

Acts 19:11

Δυνάμεις τε οὐ τὰς τυχούσας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου·

Categories
Acts

Acts 19:10

Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου Ἰησοῦ· Ἰουδαίους τε καὶ Ἕλληνας.

Categories
Acts

Acts 19:9

Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.

Categories
Acts

Acts 19:8

Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

Categories
Acts

Acts 19:7

Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.

Categories
Acts

Acts 19:6

Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς· ἐλάλουν τε γλώσσαις, καὶ προεφήτευον.

Categories
Acts

Acts 19:5

Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.