Categories Acts Acts 9:26 Post author By luke Post date November 20, 2024 Παραγενόμενος δὲ ὁ Σαῦλος ἐν Ἰερουσαλὴμ, ἐπείρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής.
Categories Acts Acts 9:25 Post author By luke Post date November 20, 2024 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.
Categories Acts Acts 9:24 Post author By luke Post date November 20, 2024 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετηροῦν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι·
Categories Acts Acts 9:23 Post author By luke Post date November 20, 2024 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
Categories Acts Acts 9:22 Post author By luke Post date November 20, 2024 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
Categories Acts Acts 9:21 Post author By luke Post date November 20, 2024 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἕν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθε ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
Categories Acts Acts 9:20 Post author By luke Post date November 18, 2024 Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
Categories Acts Acts 9:19 Post author By luke Post date November 18, 2024 Καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.
Categories Acts Acts 9:18 Post author By luke Post date November 18, 2024 Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε καὶ ἀναστὰς ἐβαπτίσθη.
Categories Acts Acts 9:17 Post author By luke Post date November 18, 2024 Ἀπῆλθε δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν· καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας, εἶπε· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέ με, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς, καὶ πλησθῇς Πνεύματος ἁγίου.