Categories
Acts

Acts 9:36

Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.

Categories
Acts

Acts 9:35

Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.

Categories
Acts

Acts 9:34

Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι, καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη.

Categories
Acts

Acts 9:33

Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτω, ὃς ἦν παραλελυμένος.

Categories
Acts

Acts 9:32

Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.

Categories
Acts

Acts 9:31

Αἱ μὲν οὖν ἐκκλησίαι καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομουμέναι, καὶ πορευομέναι τῷ φόβῳ τοῦ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο.

Categories
Acts

Acts 9:30

Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.

Categories
Acts

Acts 9:29

Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτόν ἀνελεῖν.

Categories
Acts

Acts 9:28

Καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος εἰς Ἰερουσαλήμ, καὶ παρρησιαζόμενος ἕν τῷ ὀνόματί τοῦ κυρίου Ἰησοῦ.

Categories
Acts

Acts 9:27

Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαῤῥησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.