Categories
Matthew

Matthew 10:8

Ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Categories
Matthew

Matthew 10:7

Πορευόμενοι δὲ κηρύσσετε λέγοντες· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.

Categories
Matthew

Matthew 10:6

Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

Categories
Matthew

Matthew 10:5

Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·

These twelve Iesus sent out, he commanded them, saying, “Do not go in the way of the nations, and do not enter into any city of the Samaritans.”

Categories
Matthew

Matthew 10:4

Σίμων ὁ Κανανίτης καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.

Simon the Kananites and Iudas Iskariot, the one who also betrayed him.

Categories
Matthew

Matthew 10:3

Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος,

Philip, and Bartholomai, Thoma, and Matthai the tax collector, Iacob the son of Alphai, and Lebbai, whose surname was Thaddai,

Categories
Matthew

Matthew 10:2

Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ,

And the names of the twelve apostles are these: the first, Simon, who is called Petros, and Andreas his brother, Iacob the son of Zebedai, and Iohan his brother,

Categories
Matthew

Matthew 10:1

Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.

And he called his twelve disciples and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every sickness.

Categories
Matthew

Matthew 9:38

δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

Therefore beseech the Lord of the harvest to send out workers into His harvest.

Categories
Matthew

Matthew 9:37

Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·

Then he said to his disciples, “The harvest is plentiful, but the workers are few.”