Categories
Matthew

Matthew 13:6

Ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη· καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη.

Categories
Matthew

Matthew 13:5

Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·

Categories
Matthew

Matthew 13:4

Καὶ ἐν τῷ σπείρειν αὐτὸν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν· καὶ ἦλθε τὰ πετεινὰ, καὶ κατέφαγεν αὐτά.

Categories
Matthew

Matthew 13:3

Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.

Categories
Matthew

Matthew 13:2

καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.

Categories
Matthew

Matthew 13:1

Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν·

Categories
Matthew

Matthew 12:50

ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί.

Categories
Matthew

Matthew 12:49

Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ, εἶπεν· ἰδοὺ ἡ μήτηρ μου, καὶ οἱ ἀδελφοί μου·

Categories
Matthew

Matthew 12:48

Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ εἰπόντι αὐτῷ· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;

Categories
Matthew

Matthew 12:47

Εἶπεν δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι, ζητοῦντές σοι λαλῆσαι·