Categories
Matthew

Matthew 19:3

Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι, πειράζοντες αὐτὸν, καὶ λέγοντες αὐτῷ· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;

Categories
Matthew

Matthew 19:2

Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.

Categories
Matthew

Matthew 19:1

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.

Categories
Matthew

Matthew 18:35

Οὕτω καὶ ὁ Πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

Categories
Matthew

Matthew 18:34

Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.

Categories
Matthew

Matthew 18:33

Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σὲ ἠλέησα;

Categories
Matthew

Matthew 18:32

Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ, λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με·

Categories
Matthew

Matthew 18:31

Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.

Categories
Matthew

Matthew 18:30

Ὁ δὲ οὐκ ἤθελεν· ἀλλὰ ἀπελθὼν, ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.

Categories
Matthew

Matthew 18:29

Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εὶς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν, λέγων· μακροθύμησον ἐπ’ ἐμοί, καὶ ἀποδώσω σοι.