Categories
Author: Gospel According To Matthew
Categories
Matthew 19:22
Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
Categories
Matthew 19:21
Ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.
Categories
Matthew 19:20
Λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;
Categories
Matthew 19:19
Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Categories
Matthew 19:18
Λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις· οὐ ψευδομαρτυρήσεις·
Categories
Matthew 19:17
Ὁ δὲ εἰπεν αὐτῷ· τί με λέγεις ἀγαθον; οὐδεὶς ἀγαθός εἰ μὴ εἷς, ὅ Θεός· εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς.
Categories
Matthew 19:16
Καὶ ἰδού εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθε, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;
Categories
Matthew 19:15
Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν.
Categories