Categories
Mark

Mark 4:10

Ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν.

 

 

 

Categories
Mark

Mark 4:9

Καὶ ἔλεγεν· Ὃ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Categories
Mark

Mark 4:8

Καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόντα· καὶ ἔφερεν, ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.

 

*   ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν | ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν

 

 

Categories
Mark

Mark 4:7

Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας· καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε.

Categories
Mark

Mark 4:6

ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη.

 

 

 

Categories
Mark

Mark 4:5

Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθὲωςἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·

Categories
Mark

Mark 4:4

Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ, καὶ κατέφαγεν αὐτό.

 

*   πετεινὰ | TR + τοῦ οὐρανοῦ

Categories
Mark

Mark 4:3

Ἀκούετε· Ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.

 

 

Categories
Mark

Mark 4:2

Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·

 

 

Categories
Mark

Mark 4:1

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν.