Categories
Mark

Mark 5:29

Καὶ εὐθὲως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.

Categories
Mark

Mark 5:28

Ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι.

Categories
Mark

Mark 5:27

Ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ·

Categories
Mark

Mark 5:26

Καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παῥ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα·

Categories
Mark

Mark 5:25

Καὶ γυνὴ τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα,

Categories
Mark

Mark 5:24

Καὶ ἀπῆλθε μετ’ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.

Categories
Mark

Mark 5:23

Καὶ παρεκάλει αὐτὸν πολλὰ, λέγων· Ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ· καὶ ζήσεται.

Categories
Mark

Mark 5:22

Καὶ ἰδοὺ, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος· καὶ ἰδὼν αὐτὸν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ·

Categories
Mark

Mark 5:21

Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν· καὶ ἦν παρὰ τὴν θάλασσαν.

Categories
Mark

Mark 5:20

Καὶ ἀπῆλθε, καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.