Categories Acts Acts 11:12 Post author By luke Post date March 25, 2025 Εἶπε δὲ μοι τὸ Πνεῦμά συνελθεῖν αὐτοῖς, μηδὲν διακρίνόμενον. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
Categories Acts Acts 11:11 Post author By luke Post date March 25, 2025 Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
Categories Acts Acts 11:10 Post author By luke Post date March 23, 2025 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.
Categories Acts Acts 11:9 Post author By luke Post date March 23, 2025 Ἀπεκρίθη δὲ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.
Categories Acts Acts 11:8 Post author By luke Post date March 23, 2025 Εἶπον δέ· μηδαμῶς, Κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
Categories Acts Acts 11:7 Post author By luke Post date March 23, 2025 Ἤκουσα δὲ φωνῆς λεγούσης μοι· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
Categories Acts Acts 11:6 Post author By luke Post date March 23, 2025 εἰς ἣν ἀτενίσας κατενόουν· καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Categories Acts Acts 11:5 Post author By luke Post date March 23, 2025 ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος· καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ·
Categories Acts Acts 11:4 Post author By luke Post date March 23, 2025 Ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς, λέγων·
Categories Acts Acts 11:3 Post author By luke Post date March 23, 2025 λέγοντες· ὅτι πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας ἐισῆλθες, καὶ συνέφαγες αὐτοῖς.