Categories
Acts

Acts 19:4

Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ’ ἔστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν.

Categories
Acts

Acts 19:3

Εἶπέ τε πρὸς αὐτοὺς· εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· εἰς τὸ Ἰωάννου βάπτισμα.

Categories
Acts

Acts 19:2

εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εῖπον πρὸς αὐτόν· ἀλλ’ οὐδὲ εἰ Πνεῦμα ἅγιον ἔστιν, ἠκούσαμεν.

Categories
Acts

Acts 19:1

Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρών τινας μαθητὰς,

Categories
Acts

Acts 18:28

Εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν, εἶναι τὸν Χριστὸν Ἰησοῦν.

Categories
Acts

Acts 18:27

Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος, συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος.

Categories
Acts

Acts 18:26

Οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν.

Categories
Acts

Acts 18:25

Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου· καὶ ζέων τῷ πνεύματι, ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.

Categories
Acts

Acts 18:24

Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.

Categories
Acts

Acts 18:23

Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.