Categories Luke Luke 7:6 Post author By luke Post date March 30, 2020 Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ· κύριε, μὴ σκύλλου· οὐ γὰρ εἰμι ἱκανός ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
Categories Luke Luke 7:5 Post author By luke Post date March 30, 2020 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
Categories Luke Luke 7:4 Post author By luke Post date March 30, 2020 Οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες· ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο·
Categories Luke Luke 7:3 Post author By luke Post date March 30, 2020 Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν, ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
Categories Luke Luke 7:2 Post author By luke Post date March 30, 2020 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων, ἔμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
Categories Luke Luke 7:1 Post author By luke Post date March 30, 2020 Ἐπει δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
Categories Luke Luke 6:49 Post author By luke Post date March 30, 2020 Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέῤῥηξεν ὁ ποταμός. καὶ εὐθὲως ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
Categories Luke Luke 6:48 Post author By luke Post date March 30, 2020 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης, προσέῤῥηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτὴν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
Categories Luke Luke 6:47 Post author By luke Post date March 30, 2020 Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·
Categories Luke Luke 6:46 Post author By luke Post date March 30, 2020 Τί δέ με καλεῖτε, κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;