Categories
Luke

Luke 9:60

Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ.

Categories
Luke

Luke 9:59

Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι. Ὁ δὲ εἶπε· κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.

Categories
Luke

Luke 9:58

Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.

Categories
Luke

Luke 9:57

Ἐγένετο δὲ πορευομένων αὐτῶν, ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ, κύριε.

Categories
Luke

Luke 9:56

ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, αλλα σῶσαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

Categories
Luke

Luke 9:55

Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς, καὶ εἶπεν· οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς·

Categories
Luke

Luke 9:54

Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης, εἶπον· κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε;

Categories
Luke

Luke 9:53

Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.

Categories
Luke

Luke 9:52

Καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ· καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην σαμαρειτῶν, ὡστε ἑτοιμάσαι αὐτῷ.

Categories
Luke

Luke 9:51

Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ.