Categories Luke Luke 8:54 Post author By luke Post date March 31, 2020 Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε, λέγων· ἡ παῖς, ἔγειρου.
Categories Luke Luke 8:53 Post author By luke Post date March 31, 2020 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
Categories Luke Luke 8:52 Post author By luke Post date March 31, 2020 Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.
Categories Luke Luke 8:51 Post author By luke Post date March 31, 2020 Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα, εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
Categories Luke Luke 8:50 Post author By luke Post date March 31, 2020 Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται.
Categories Luke Luke 8:49 Post author By luke Post date March 31, 2020 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ· ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.
Categories Luke Luke 8:48 Post author By luke Post date March 31, 2020 Ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Categories Luke Luke 8:47 Post author By luke Post date March 31, 2020 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
Categories Luke Luke 8:46 Post author By luke Post date March 31, 2020 Ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ.
Categories Luke Luke 8:45 Post author By luke Post date March 31, 2020 Καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ’ αὐτοῦ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις· τίς ὁ ἁψάμενός μου;