Categories John John 1:39 Post author By john Post date April 11, 2020 Λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. Ἦλθον καὶ εἶδον ποῦ μένει· καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
Categories John John 1:38 Post author By john Post date April 11, 2020 Στραφεὶς δὲ ὁ Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς· τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ· ῥαββί, ὃ λέγεται ἑρμηνευόμενον, διδάσκαλε, ποῦ μένεις;
Categories John John 1:37 Post author By john Post date April 11, 2020 Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
Categories John John 1:36 Post author By john Post date April 11, 2020 Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.
Categories John John 1:35 Post author By john Post date April 11, 2020 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
Categories John John 1:34 Post author By john Post date April 11, 2020 Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
Categories John John 1:33 Post author By john Post date April 11, 2020 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ.
Categories John John 1:32 Post author By john Post date April 11, 2020 Καὶ ἐμαρτύρησεν Ἰωάννης, λέγων· ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν.
Categories John John 1:31 Post author By john Post date April 11, 2020 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.
Categories John John 1:30 Post author By john Post date April 11, 2020 Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.