Categories
Category: Acts
Categories
Acts 23:15
Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ, πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
Categories
Acts 23:14
οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις, εἶπον· ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
Categories
Acts 23:13
Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες·
Categories
Acts 23:12
Γενομένης δὲ ἡμέρας, ποιήσαντες τινες τῶν Ἰουδαίων συστροφὴν, ἀνεθεμάτισαν ἑαυτοὺς, λέγοντες μήτε φαγεῖν μήτε πίειν ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον.
Categories
Acts 23:11
Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπε· θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
Categories
