Categories
Matthew

Matthew 25:27

Ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριον μου τοῖς τραπεζίταις· καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.

Categories
Matthew

Matthew 25:26

Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ, εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα·

Categories
Matthew

Matthew 25:25

καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.

Categories
Matthew

Matthew 25:24

Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς, εἶπε· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·

Categories
Matthew

Matthew 25:23

Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.

Categories
Matthew

Matthew 25:22

Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβών, εἰπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς.

Categories
Matthew

Matthew 25:21

Ἔφη δέ αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.

Categories
Matthew

Matthew 25:20

Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν, προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς.

Categories
Matthew

Matthew 25:19

Μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει μετ’ αὐτῶν λόγον.

Categories
Matthew

Matthew 25:18

Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἓν τῇ γῇ, καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.