Categories
Luke

Luke 17:8

Ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;

Categories
Luke

Luke 17:7

Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα, ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ εὐθέως· παρελθὼν ἀνάπεσε;

Categories
Luke

Luke 17:6

Εἶπε δὲ ὁ κύριος· εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν.

Categories
Luke

Luke 17:5

Καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ· πρόσθες ἡμῖν πίστιν.

Categories
Luke

Luke 17:4

Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτη εἰς σὲ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων· μετανοῶ, ἀφήσεις αὐτῷ.

Categories
Luke

Luke 17:3

Προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ·

Categories
Luke

Luke 17:2

Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.

Categories
Luke

Luke 17:1

Εἶπε δὲ πρὸς τοὺς μαθητὰς· ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι’ οὗ ἔρχεται.

Categories
Luke

Luke 16:31

Εἶπε δὲ αὐτῷ· εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.

Categories
Luke

Luke 16:30

Ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ· ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν.