Categories
Luke

Luke 17:28

Ὁμοίως καὶ ὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·

Categories
Luke

Luke 17:27

Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἡς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἀπώλεσεν ἅπαντας.

Categories
Luke

Luke 17:26

Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

Categories
Luke

Luke 17:25

Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.

Categories
Luke

Luke 17:24

Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ’ οὐρανὸν, εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει· οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.

Categories
Luke

Luke 17:23

Καὶ ἐροῦσιν ὑμῖν· ἰδού ὧδε, ἤ, ἰδοὺ ἐκεῖ· μὴ ἆπέλθητε μηδὲ διώξητε.

Categories
Luke

Luke 17:22

Εἶπε δὲ πρὸς τοὺς μαθητάς· ἐλεύσονται ἡμέραι, ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν· καὶ οὐκ ὄψεσθε.

Categories
Luke

Luke 17:21

οὐδὲ ἐροῦσιν· ἰδού ὧδε, ἤ, ἰδού ἐκεῖ· ἰδού γὰρ, ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.

Categories
Luke

Luke 17:20

Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς, καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως·

Categories
Luke

Luke 17:19

Καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.