Categories
Luke

Luke 18:41

λέγων· τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε· κύριε, ἵνα ἀναβλέψω.

Categories
Luke

Luke 18:40

Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν,

Categories
Luke

Luke 18:39

Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.

Categories
Luke

Luke 18:38

Καὶ ἐβόησε, λέγων· Ἰησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν με.

Categories
Luke

Luke 18:37

Ἀπήγγειλαν δὲ αὐτῷ, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.

Categories
Luke

Luke 18:36

Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.

Categories
Luke

Luke 18:35

Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.

Categories
Luke

Luke 18:34

Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.

Categories
Luke

Luke 18:33

καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.

Categories
Luke

Luke 18:32

Παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται,