Categories
Luke

Luke 20:13

Εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.

Categories
Luke

Luke 20:12

Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.

Categories
Luke

Luke 20:11

Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.

Categories
Luke

Luke 20:10

Καὶ ἐν καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν, ἐξαπέστειλαν κενόν.

Categories
Luke

Luke 20:9

Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε χρόνους ἱκανούς.

Categories
Luke

Luke 20:8

Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Categories
Luke

Luke 20:7

Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.

Categories
Luke

Luke 20:6

Ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.

Categories
Luke

Luke 20:5

Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς, λέγοντες· ὅτι ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ· ἐρεῖ· διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;

Categories
Luke

Luke 20:4

τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων;