Categories
Acts

Acts 14:13

Ὅ δέ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.

Categories
Acts

Acts 14:12

Ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.

Categories
Acts

Acts 14:11

Οἵ δὲ ὄχλοι, ἰδόντες ὃ ἐποίησεν ὃ Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν, Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ, ὁμοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς.

 

 

 

 

 

 

 

 

 

Correction of the punctuation begins here

Categories
Acts

Acts 14:10

εἶπε μεγάλῃ τῇ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Καὶ ἥλλετο καὶ περιεπάτει.

Categories
Acts

Acts 14:9

Οὗτος ἤκουε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι,

Categories
Acts

Acts 14:8

Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει.

Categories
Acts

Acts 14:7

κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.

Categories
Acts

Acts 14:6

συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον·

Categories
Acts

Acts 14:5

Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,

Categories
Acts

Acts 14:4

Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.