Categories Acts Acts 7:33 Post author By luke Post date November 8, 2024 Εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν.
Categories Acts Acts 7:32 Post author By luke Post date November 8, 2024 Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
Categories Acts Acts 7:31 Post author By luke Post date November 8, 2024 Ὁ δὲ Μωσῆς ἰδὼν, ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτὸν·
Categories Acts Acts 7:30 Post author By luke Post date November 7, 2024 Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.
Categories Acts Acts 7:29 Post author By luke Post date November 7, 2024 Ἔφυγε δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
Categories Acts Acts 7:28 Post author By luke Post date November 7, 2024 Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;
Categories Acts Acts 7:27 Post author By luke Post date November 7, 2024 Ὁ δὲ ἀδικῶν τὸν πλησίον, ἀπώσατο αὐτὸν, εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;
Categories Acts Acts 7:26 Post author By luke Post date November 7, 2024 Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών· ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἱνατί ἀδικεῖτε ἀλλήλους;
Categories Acts Acts 7:25 Post author By luke Post date November 7, 2024 Ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.
Categories Acts Acts 7:24 Post author By luke Post date November 7, 2024 Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο, καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον.