Categories
Acts

Acts 16:36

Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον· ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.

Categories
Acts

Acts 16:35

Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους, λέγοντες· ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.

Categories
Acts

Acts 16:34

Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὑτοῦ, παρέθηκε τράπεζαν, καὶ ἠγαλλίατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

Categories
Acts

Acts 16:33

Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα.

Categories
Acts

Acts 16:32

Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.

Categories
Acts

Acts 16:31

Οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.

Categories
Acts

Acts 16:30

Καὶ προαγαγὼν αὐτοὺς ἔξω, ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;

Categories
Acts

Acts 16:29

Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ.

Categories
Acts

Acts 16:28

Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος, λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.

Categories
Acts

Acts 16:27

Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.