Categories
Acts

Acts 12:3

Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· (ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων),

Categories
Acts

Acts 12:2

Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου, μαχαίρᾳ.

Categories
Acts

Acts 12:1

Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.

Categories
Acts

Acts 11:30

ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.

Categories
Acts

Acts 11:29

Τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·

Categories
Acts

Acts 11:28

Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος, ἐσήμανε διὰ τοῦ Πνεύματος, λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος.

Categories
Acts

Acts 11:27

Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.

Categories
Acts

Acts 11:26

καὶ εὑρὼν ἤγαγεν αὐτόν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτούς ἐνιαυτὸν ὅλον συναχθῆναι τῇ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.

Categories
Acts

Acts 11:25

Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον·

Categories
Acts

Acts 11:24

ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.