Categories
Luke

Luke 15:3

Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων·

Categories
Luke

Luke 15:2

Καὶ διεγόγγυζον οἵ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, λέγοντες· ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.

Categories
Luke

Luke 15:1

Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ, ἀκούειν αὐτοῦ.

Categories
Luke

Luke 14:35

Οὔτε εἰς γῆν, οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Categories
Luke

Luke 14:34

Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;

Categories
Luke

Luke 14:33

Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται μου εἶναι μαθητής.

Categories
Luke

Luke 14:32

Εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.

Categories
Luke

Luke 14:31

Ἢ τίς βασιλεὺς πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν;

Categories
Luke

Luke 14:30

λέγοντες· ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.

Categories
Luke

Luke 14:29

Ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται ἐμπαίζειν αὐτῷ,