Categories
Luke

Luke 7:14

Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.

Categories
Luke

Luke 7:13

Καὶ ἰδὼν αὐτὴν ὁ κύριος, ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ, καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε.

Categories
Luke

Luke 7:12

Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκὼς, υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ.

Categories
Luke

Luke 7:11

Καὶ ἐγένετο ἐν τῷ ἑξῆς, ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς.

Categories
Luke

Luke 7:10

Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον, εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.

Categories
Luke

Luke 7:9

Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς, ἐθαύμασεν αὐτόν· καὶ στραφεὶς, τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν, οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

Categories
Luke

Luke 7:8

Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.

Categories
Luke

Luke 7:7

διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλ’ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.

Categories
Luke

Luke 7:6

Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ· κύριε, μὴ σκύλλου· οὐ γὰρ εἰμι ἱκανός ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·

Categories
Luke

Luke 7:5

ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.