Categories Luke Luke 17:10 Post author By luke Post date April 6, 2020 Οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε· ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν· ὅτι ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.
Categories Luke Luke 17:9 Post author By luke Post date April 6, 2020 Μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ ὅτι ἐποίησε τὰ διαταχθέντα αὐτῷ; οὐ δοκῶ.
Categories Luke Luke 17:8 Post author By luke Post date April 6, 2020 Ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
Categories Luke Luke 17:7 Post author By luke Post date April 6, 2020 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα, ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ εὐθέως· παρελθὼν ἀνάπεσε;
Categories Luke Luke 17:6 Post author By luke Post date April 6, 2020 Εἶπε δὲ ὁ κύριος· εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν.
Categories Luke Luke 17:5 Post author By luke Post date April 6, 2020 Καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ· πρόσθες ἡμῖν πίστιν.
Categories Luke Luke 17:4 Post author By luke Post date April 6, 2020 Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτη εἰς σὲ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων· μετανοῶ, ἀφήσεις αὐτῷ.
Categories Luke Luke 17:3 Post author By luke Post date April 6, 2020 Προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ·
Categories Luke Luke 17:2 Post author By luke Post date April 6, 2020 Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.
Categories Luke Luke 17:1 Post author By luke Post date April 6, 2020 Εἶπε δὲ πρὸς τοὺς μαθητὰς· ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι’ οὗ ἔρχεται.