Categories
Luke

Luke 18:3

Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ· καὶ ἤρχετο πρὸς αὐτὸν, λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.

Categories
Luke

Luke 18:2

λέγων· κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.

Categories
Luke

Luke 18:1

Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν,

Categories
Luke

Luke 17:37

Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· ποῦ, κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοὶ.

Categories
Luke

Luke 17:36

OMITTED in many manuscripts and Stephanus 1550 but added in Elzevir 1624 and Bezae 1565 and 1598:

Δύο ἔσονται ἐν τῷ ἀγρῷ· ὁ εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.

Categories
Luke

Luke 17:35

Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται.

Categories
Luke

Luke 17:34

Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς· εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.

Categories
Luke

Luke 17:33

Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν, ζῳογονήσει αὐτήν.

Categories
Luke

Luke 17:32

Μνημονεύετε τῆς γυναικὸς Λώτ.

Categories
Luke

Luke 17:31

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν τῷ ἀγρῷ, ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.