Categories
Luke

Luke 9:38

Καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε, λέγων· διδάσκαλε, δέομαί σου, ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ἐστι μοί.

Categories
Luke

Luke 9:37

Ἐγένετο δὲ ἕν τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.

Categories
Luke

Luke 9:36

Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη ὁ Ἰησοῦς μόνος· καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακασιν.

Categories
Luke

Luke 9:35

Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς· αὐτοῦ ἀκούετε.

Categories
Luke

Luke 9:34

Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ἐκείνους εἰσελθεῖν εἰς τὴν νεφέλην.

Categories
Luke

Luke 9:33

Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ, καὶ μίαν Μωσῇ, καὶ μίαν Ἠλίᾳ· μὴ εἰδὼς ὃ λέγει.

Categories
Luke

Luke 9:32

Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.

Categories
Luke

Luke 9:31

οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ.

Categories
Luke

Luke 9:30

Καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καὶ Ἠλίας·

Categories
Luke

Luke 9:29

Καὶ ἐγένετο, ἐν τῷ προσεύχεσθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.